?

Log in

Athos

Рождество Пресвятыя Богородицы




 «Ω ζεύγος λογικών τρυγόνων Ιωακείμ και Άννα το σωφρονέστατον. Υμείς τον της φύσεως νόμον, την σωφροσύνην, τηρήσαντες των υπέρ φύσιν κατηξιώθητε· τετόκατε γαρ τω κόσμσ Θεού μητέρα απείρανδρον. Υμείς ευσεβώς και οσίως εν ανθρωπίνη φύσει πολιτευσάμενοι, υπέρ αγγέλους και των αγγέλων δεσπόζουσαν νυν θυγατέρα τετόκατε. Ω θυγάτριον ωραιότατον και γλυκύτατον· ω κρίνον αναμέσον των ακανθών εκφυέν εξ ευγενεστάτης και βασιλικωτάτης ρίζης δαβιτικής ... Ω ρόδον εξ ακανθών των Ιουδαίων φυέν και ευωδίας θείας πληρώσαν τα σύμπαντα. Ω θύγατερ Αδάμ και μήτηρ Θεού. Μακαρία η οσφύς και η γαστήρ εξ ων ανεβλάστησας· μακάριαι αι αγκάλαι αι σε εβάστασαν και χείλη τα των αγνών φιλημάτων σου απολαύσαντα, μόνα τα γονικά, ίνα ης εν πάσιν αειπαρθενεύουσα» (Aγίου Ιωάννου Δαμασκηνού. Εις τό Γενέσιον της Υπεραγίας Θεοτόκου).

Comments